ἄφρων δ᾽, ὅς κ᾽ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν

νῦν δ᾽ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς: ὧδ᾽ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον ὕψι μάλ᾽ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς: ἣ δ᾽ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφ᾽ ὀνύχεσσι, μύρετο: τὴν ὅγ᾽ ἐπικρατέως πρὸς μῦθον ἔειπεν: δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων: τῇ δ᾽ εἶς, ᾗ σ᾽ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν: δεῖπνον […]